Textos Grecs
Textos per a l’ensenyament del grec:
- Textos grecs anotats del grup
Electra de la Universitat de Barcelona: textos grecs : Apol·lodor – Llucià (Diàlegs) – Faules d’Isop I – II – III – Longus (selecció Dafnis i Cloe) – i altres en
format word amb activitats, de Xenofont, Plató, Isop i Llucià.
- Selecció de textos per a traduïr amb anotacions i vocabulari d’ajuda (Ángel Luis Gallego Real). Es poden
descarregar en pdf
- Selecció de textos d’Apol·lodor. Text en pdf
- Selecció de
textos d’Isop. Text en pdf. Trobareu una traducció (al cast.) de les
faules de Isop aquí
- Selecció de textos de Lísias.
- Discurs I: De caede Erasthotenis, text en pdf
- Discurs XII: In
Erathostenem, text en pdf.
- Discurs I: De caede Erasthotenis, text en pdf
- Selecció de textos de Llucià de Samosata (Introducció de J. Alsina Clota a la trad. en Gredos, aquí)
- Verae Historiae. Text en pdf.
- Verae Historiae. Text en pdf.
- Selecció de textos de Xenofont:
- Hel·lèniques i
Ciropèdia. Text en pdf.
- Hel·lèniques i
Ciropèdia. Text en pdf.
- Antología de
textos griegos en format pdf de Tucídides, Xenofont, Lisias i Plató. (Selectividad del curso 2010 en la
Comunidad de Castilla y León)
Exàmens Selectivitat-PAU
Audiotextos en grec i llatí:
- greeklatinaudio.com:
El Nou Testament en arxius d’audio MP3 en grec i llatí.
- TEXTOS PER A UNA ANTOLOGIA DE PRIMER DE GREC:
-
PROVERBIS I FRASES FETES EN GREC
-
ELS DOTZE TREBALLS DE HÈRACLES [APOL·LODOR, Biblioteca, II, 74 i ss.]
- XENOFONT Trobareu aquí una trad. (al cast.) de Jenofonte - Anábasis o La Expedicion de Los 10.000
TEXTOS PER A UNA ANTOLOGIA DE PRIMER DE GREC:
(Selecció a partir del llibre Hélade,del mestre Jaume Berenguer Amenós, guia segur de generacions d'estudiants de grec)
1.1.Les Nou Muses (TEMES EN α /η):
Αἱ Μοῦσαι, αἱ θεαί τῶν τεχνῶν καὶ ἐπιστημῶν, εἰσιν ἐννέα˙ Μελπομένη ἐστὶ Μοῦσα τῆς τραγῳδίας, καὶ Θάλεια τῆς κωμῳδίας˙ Οὐρανία δὲ ἐπιμέλειαν ἔχει τῆς ἀστρονομίας, καὶ Καλλιόπη τῆς ποιητικῆς τέχνης. Πολυμνία δὲ τῆς ᾠδῆς προστατεύει, καὶ Τερψιχόρα τῆς χορέιας. Εὐτέρπη δὲ ἐστὶ Μοῦσα τῆς μουσικῆς, καὶ Κλείω τῆς ἱστορικῆς, καὶ Ἐρατὼ τῆς λυρικῆς τέχνης.
1.2. Atenes,
Esparta, Tebes (TEMES EN α /η, FEMENINS I MASCULINS)
Ἀθῆναι εἰσιν ἐν τῇ Ἀτικῇ, καὶ Σπάρτη ἐν τῇ Λακωνικῇ, καὶ Θῆβαι ἐν τῇ Βοιωτίᾳ. Αἱ Μοῦσαι καὶ αἱ τέχναι ἦσαν ἐν τιμῇ ἐν ταῖς Ἀθήναις, ἀλλ’ οὐκ ἐν ταῖς Θήβαις. Ἡ δὲ Σπάρτη τῇ ἀνδρείᾳ καὶ τῇ πειθαρχία καὶ τῇ καρτερίᾳ ἦν μεγάλη, καὶ θαυμάζομεν τὴν Λεωνίδου τελευτὴν ἐν ταῖς Θερμοπύλαις. Αἱ δὲ Πελοπίδου καὶ Ἐπαμεινώνδου νῖκαι φέρουσιν Θήβαις δόξαν καὶ τιμὴν μεγάλην.
1. 3. Descripció de
l’Atenea del Partenó (TEMES EN NASAL.)
Τὸ
ἄγαλμα τῆς Ἀθηνᾶς ἐλέφαντος καὶ χρυσοῦ ἐστίν· ἐπὶ μέσῳ μὲν τῷ κορυθί ἐστι
Σφιγγὸς εἰκών. τὸ δὲ ἄγαλμα ὀρθόν ἐστι ἐν χιτῶνι καὶ κατὰ τὸν στέρνον ἡ κεφαλὴ
Μεδούσης ἐλέφαντος ἐστι πεποιημένη. ἐν δὲ τῇ χειρὶ δόρυ ἔχει, καὶ πρὸς τοῖς
ποσὶν ἀσπίς τε κεῖται, καὶ πλησίον τοῦ δόρατος δράκων ἐστίν. ἐν δὲ τῷ βάθρῳ τοῦ
ἀγάλματος εἰκάζεται Πανδώρας γένεσις.
1.4. Glòries d’Atenes [COMPARATIUS I SUPERLATIUS]
Αἱ Ἀθῆναι εἰσι πατρὶς τῶν μεγίστων συγγραφέων
καὶ τῶν δεινοτάτων ῥητόρων. Γιγνώσκομεν γὰρ τὰ ὀνόματα Αἰσχύλου καὶ Σοφοκλέους
καὶ Εὐριπίδου, βελτίστων τραγῳδοποίων· Ἀριστοφάνους δὲ, τοῦ ἀρίστου
κομῳδοποίου· Πλάτωνος δὲ τοῦ λαμπροτάτου τῶν τοῦ Σωκράτους μαθητῶν· Δημοσθένους
δὲ, τοῦ μεγίστου τῶν Ἑλληνικῶν ῥητόρων· Θουκυδίδου καὶ Ξενοφῶντος,
εὐδοκιμωτάτων ἱστορικῶν. Αἱ Ἀθῆναί εἰσιν ἀληθῶς εὐδοξοτάτη τῶν πόλεων τῇ
γραμμάτων δόξῃ.
1.5.
Δώδεκα ἄνακτες ϑεοί ELS DOTZE DEUS DE GRÈCIA
Ζεὺς μὲν, πατὴρ τῶν θεῶν καὶ τῶν ἀνθρώπων, παντὸς τοῦ κόσμου βασιλέυει˙
Ποσειδῶν δὲ τῆς
θαλάττης ἄρχει, καὶ Πλούτων τοῦ ᾍδου˙ Ἀπόλλων δὲ, ὁ τοῦ Διὸς καὶ τῆς Λητοῦς2
[[sobreentendido ὑιός, ‘fill], τῶν τεχνῶν καὶ τῆς ποιήσεως ἔχει ἐπιμέλειαν καὶ τὸν τῶν Μουσῶν χόρον ἄγει. Ἑρμῆς δὲ τῶν
θεῶν ἄγγελος ἐστι , καὶ τοὺς
ἐμπόρους καὶ
τοὺς ῥήτορας καὶ
τοὺς γυμναστὰς θεραπεύει. Ἄρης δὲ τοῦ
πολέμου καὶ
τῶν μαχῶν ἔχει
ἐπιμέλειαν. Ἥϕαιστος δὲ, θεὸς τοῦ πυρός, χωλός, τὸν τοῦ Διὸς κεραυνὸν1
ἐν τῇ νήσῳ Λήμνῳ κατασκευάζει μετὰ τῶν Κυκλώπων. Διόνυσος δὲ, ὁ τῆς ἀμπέλου πατήρ1 καὶ [sobreentes ὁ] τοῦ οἴνου εὑρετής1,
ἐν ταῖς Ἀθήναις
ἦν ἐν μεγάλῃ τιμῇ.
Παρὰ δὲ ταῖς θεαῖς, Ἥρα μὲν, ἡ
τοῦ Διὸς γυνή, πασῶν θεῶν βασιλέυει. Ἀθηνᾶ δὲ, τῆς πόλεως
πρόμαχος, εὑρέτις τῶν τεχνῶν ἐστι, καὶ ἐν τῇ ἀκροπόλει ἔχει ἱερόν θαυμαστόν,
τὸν Παρθενῶνα, καὶ
ἄγαλμα, ἔργον τοῦ Φειδίου. Ἄρτεμις δὲ,
τοῦ Ἀπόλλωνος ἀδελφή, τῆς θηρὰς ἔχει ἐπιμέλειαν. Δημήτηρ δὲ, τῆς
γεωργίας θεὰ ἐστιν. Ἀφροδίτη δὲ, ἔνδοξος τῷ κάλλει, σημαίνει τὴν τῆς φύσεως πολυγονίαν1
NOTES:
1
el CN està en posició
de enclau.
2
Λητώ, Λητοῦς,
Leto o Latona, mare d’ Apol·ló i Àrtemis
1.5.1. Atributs d’alguns deus.
Οἱ πλάσται τὸν μὲν Δία
ἀναπλάττουσι γενειήτην καὶ σκῆπτρον ἔχοντα, τὸν δὲ Ποσειδῶνα κυανοχαίτην, τὴν δ’ Ἀθηνᾶν παρθένον
καλήν, γλαυκῶπιν, αἰγίδα φέρουσαν, δόρυ ἔχουσαν, τὴν δὲ Ἥραν λευκώλενον,
βασιλικήν, ἐπὶ χρυσοῦ θρόνου, τὸν δ’ Ἀπόλλωνα μειράκιον γυμνόν ἐν χλαμυδι,
τοξότην.
1.6. Prudència
de Pericles
Περικλῆς,
ὁπότε1 μέλλοι2 στρατηγεῖν3, ἀναλαμβάνων4 τὴν χλαμύδα πρὸς ἑαυτὸν5 ἔλεγε6 “Πρόσεχε7 , Περικλεῖς,
ἐλευθέρων8 μέλλεις9 ἄρχειν10, καὶ Ἑλλήνων καὶ
Ἀθηναίων11”.
1.8. Anécdota de
Diógenes i els corintis
Ὁπότε
ὁ Φίλιππος
ἐλέγετο
ἤδη ἐπελαύνειν, οἱ
Κορίνθιοι πάντες
ἐταράττοντο
καὶ ἐν
ἔργῳ
ἦσαν, ὃ
μὲν ὅπλα
ἐπισκευάζων,
ὃ δὲ
λίθους παραφέρων,
ὃ δὲ
ὑποικοδομῶν
τοῦ τείχους,
ὃ δὲ
ἄλλος ἄλλο
τι τῶν χρησίμων
ὑπουργῶν.
Ὁ δὴ
Διογένης, ὁρῶν ταῦτα,
σπουδῇ μάλα
καὶ αὐτὸς ἐκύλιε τὸν
πίθον, ἐν
ᾧ ᾤκει,
ἄνω καὶ
κάτω τοῦ
Κρανείου. Καί
τινος τῶν συνήθων
ἐρωτήσαντος:
"Τί ταῦτα
ποιεῖς, ὦ
Διόγενες;" - "Κυλίω, ἔλεγε,
κἀγὼ
τὸν πίθον,
ὡς μὴ
μόνος ἀργεῖν δοκῶ
ἐν τοσούτοις
ἐργαζομένοις".
1.9. Arístides
i el camperol
Γραφομένων ποτὲ
τῶν ὀστράκων, τις τῶν
ἀγραμμάτων
καὶ ἀγροίκων ἀνέδωκε τῷ
Ἀριστείδῃ τὸ
ὄστρακον καὶ
παρεκάλει αὐτὸν ἐγγράφειν. Τοῦ
δὲ θαυμάσαντος
καὶ ἐρωτήσαντος εἴ
τι κακὸν αὐτῷ Ἀριστείδης πεποίηκεν·
"Οὐδέν",
εἶπεν ὁ
ἀγροῖκος,
"οὐδὲ
γιγνώσκω τὸν
ἄνθρωπον, ἀλλ'
ἐνοχλοῦμαι
πανταχοῦ αὐτὸν ἀκούων Δίκαιον".
Ἐπεὶ
δὲ ταῦτα
ἤκουσεν, ὁ
Ἀριστείδης
οὐδὲν
μὲν ἀπεκρίνατο, ἐνέγραψε δὲ
τὸ ὄνομα
καὶ ἀπέδωκε τὸ
ὄστρακον.
1.10. El
corredor de Marató.
Μετὰ
τὴν ἐν Μαραθῶνι μάχην ὁ στρατηγὸς τῶν δρομέων τὸν τάχιστον ἔπεμψεν Ἀθήναζε, ἵνα
τὴν νίκην ἀγγέλλοι. Ὁ δὲ κατὰ κράτος σπεύδων διακοσίων καὶ τριάκοντα καὶ ἑπτὰ
σταδίων ὁδὸν ἐν βραχυτάτῳ ἐτέλεσε. Ἀφικόμενος δέ εἰς τὴν ἀγορὰν ἓν μόνον εἶπε·
"Νενικήκαμεν". Εἶτα δὲ εὐθὺς ἔπεσεν καὶ μετὰ μικρὸν ἐξέπνευσεν. Οἱ δὲ
πολῖται τὸν τετελευτηκότα ἔθαψαν δημοσίᾳ.
1.11. Èdip i
la Esfinx
Μυθολογοῦσι σφίγγα,
δίμορφον θηρίον,
παραγενομένην εἰς
τὰς Θήβας
αἴνιγμα προτιθέναι
τῷ δυναμένῳ λῦσαι
καὶ πολλοὺς
ὑπ' αὐτῆς δι' ἀπορίαν ἀναιρεῖσθαι. Ἦν
δὲ τὸ
προτιθὲν ὑπὸ τῆς
Σφιγγός· "Τί
ἐστι τὸ
αὐτὸ
δίπουν, τρίπουν
καὶ τετράπουν;"
Ἀπορουμένων
δὲ τῶν
ἄλλων, ὁ
Οἰδίπους
ἔφηνε ἄνθρωπον
εἶναι τὸ
προτεθὲν· νήπιον
μὲν γὰρ
αὐτὸν
ὑπάρχοντα
τετράπουν εἶναι,
αὐξήσαντα
δὲ δίπουν,
γεράσαντα δὲ
τρίπουν βακτηρίᾳ
χρώμενον διὰ
τὴν ἀσθένειαν.
1.12. Passeig filosòfic a la
riba de l’Ílisos [Plató, Fedre 230
A-C]
Σωκράτης
[...] ἀτάρ,
ὦ ἑταῖρε, μεταξὺ τῶν λόγων, ἆρ᾽ οὐ τόδε ἦν τὸ δένδρον ἐφ᾽ ὅπερ ἦγες ἡμᾶς;
[230b]
Φαῖδρος τοῦτο μὲν οὖν
αὐτό.
Σωκράτης νὴ τὴν Ἥραν, καλή γε ἡ
καταγωγή. ἥ τε γὰρ πλάτανος αὕτη μάλ᾽ ἀμφιλαφής τε καὶ ὑψηλή, τοῦ τε ἄγνου τὸ
ὕψος καὶ τὸ σύσκιον πάγκαλον, καὶ ὡς ἀκμὴν ἔχει τῆς ἄνθης, ὡς ἂν εὐωδέστατον
παρέχοι τὸν τόπον· ἥ τε αὖ πηγὴ χαριεστάτη ὑπὸ τῆς πλατάνου ῥεῖ μάλα ψυχροῦ
ὕδατος, ὥστε γε τῷ ποδὶ τεκμήρασθαι. Νυμφῶν τέ τινων καὶ Ἀχελῴου ἱερὸν ἀπὸ τῶν
κορῶν τε καὶ ἀγαλμάτων ἔοικεν εἶναι.
[230c]
εἰ δ᾽ αὖ βούλει, τὸ εὔπνουν τοῦ τόπου ὡς ἀγαπητὸν καὶ σφόδρα ἡδύ· θερινόν τε
καὶ λιγυρὸν ὑπηχεῖ τῷ τῶν τεττίγων χορῷ. πάντων δὲ κομψότατον τὸ τῆς πόας, ὅτι
ἐν ἠρέμα προσάντει ἱκανὴ πέφυκε κατακλινέντι τὴν κεφαλὴν παγκάλως ἔχειν. ὥστε
ἄριστά σοι ἐξενάγηται, ὦ φίλε Φαῖδρε.
SÓC […] Por cierto, amigo, y entre tanta charla, ¿no
era éste el árbol hacia el que nos encaminábamos?
FED. - En efecto, éste es.
SÓC. - ¡Por